Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.545 Joseph. BJ 4.553 (English) >>Joseph. BJ 4.560

4.551ἀναβὰς δὲ εἰς τὴν ὀρεινὴν αἱρεῖ δύο τοπαρχίας, τήν τε Γοφνιτικὴν καὶ τὴν Ἀκραβετηνὴν καλουμένην, μεθʼ ἃς Βήθηγά τε καὶ Ἐφραὶμ πολίχνια, οἷς φρουροὺς ἐγκαταστήσας μέχρι Ἱεροσολύμων ἱππάζετο· φθορὰ δʼ ἦν πολλῶν καταλαμβανομένων καὶ συχνοὺς ᾐχμαλωτίζετο. 4.552Κερεάλιος δὲ αὐτῷ τῶν ἡγεμόνων μοῖραν ἱππέων καὶ πεζῶν ἀναλαβὼν τὴν ἄνω καλουμένην Ἰδουμαίαν ἐπόρθει, καὶ Κάφεθρα μὲν ψευδοπολίχνιον ἐξ ἐφόδου λαβὼν ἐμπίπρησιν, ἑτέραν δὲ καλουμένην Χαραβὶν προσβαλὼν ἐπολιόρκει. 4.553πάνυ δʼ ἦν ἰσχυρὸν τὸ τεῖχος, καὶ τρίψεσθαι προσδοκῶντι πλείω χρόνον αἰφνιδίως ἀνοίγουσιν οἱ ἔνδον

-- --

τὰς πύλας καὶ μεθʼ ἱκετηριῶν προελθόντες ἑαυτοὺς παρέδοσαν. 4.554Κερεάλιος δὲ τούτους παραστησάμενος ἐπὶ Χεβρὼν ἑτέρας πόλεως ἀρχαιοτάτης ἐχώρει· κεῖται δʼ, ὡς ἔφην, αὕτη κατὰ τὴν ὀρεινὴν οὐ πόρρω Ἱεροσολύμων· βιασάμενος δὲ τὰς εἰσόδους τὸ μὲν ἐγκαταληφθὲν πλῆθος ἡβηδὸν ἀναιρεῖ, τὸ δʼ ἄστυ καταπίμπρησι. 4.555καὶ πάντων ἤδη κεχειρωμένων πλὴν Ἡρωδείου καὶ Μασάδας καὶ Μαχαιροῦντος, ταῦτα δʼ ὑπὸ τῶν λῃστῶν κατείληπτο, σκοπὸς ἤδη τὰ Ἱεροσόλυμα προύκειτο Ῥωμαίοις. 4.556

δὲ Σίμων ὡς ἐρρύσατο παρὰ τῶν ζηλωτῶν τὴν γυναῖκα, πάλιν ἐπὶ τὰ λείψανα τῆς Ἰδουμαίας ὑπέστρεψεν, καὶ περιελαύνων πανταχόθεν τὸ ἔθνος εἰς Ἱεροσόλυμα τοὺς πολλοὺς φεύγειν συνηνάγκασεν.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.545 Joseph. BJ 4.553 (English) >>Joseph. BJ 4.560

Powered by PhiloLogic